|
The World's First Online Collaborative Commentary to an Ancient Text

Chapter 8.4: At a banquet Cyrus plays the wit and matchmaker and then explains his views on sharing wealth with friends.

1 Leave a comment on paragraph 1 1 1. Cyrus invites those most willing to expand his empire and honor him with good will to a banquet…
θύσας δὲ καὶ ὁ Κῦρος νικητήρια ἑστιῶν ἐκάλεσε τῶν φίλων οἳ μάλιστ᾽ αὐτὸν αὔξειν τε βουλόμενοι φανεροὶ ἦσαν καὶ τιμῶντες εὐνοϊκώτατα. συνεκάλεσε δὲ αὐτοῖς καὶ Ἀρτάβαζον τὸν Μῆδον καὶ Τιγράνην τὸν Ἀρμένιον καὶ τὸν Ὑρκάνιον ἵππαρχον καὶ Γωβρύαν.

2 Leave a comment on paragraph 2 0 2. Gadatas is Cyrus’ chief scepter-bearer and household manager…
Γαδάτας δὲ τῶν σκηπτούχων ἦρχεν αὐτῷ, καὶ ᾗ ἐκεῖνος διεκόσμησεν ἡ πᾶσα ἔνδον δίαιτα καθειστήκει: καὶ ὁπότε μὲν συνδειπνοῖέν τινες, οὐδ᾽ ἐκάθιζε Γαδάτας, ἀλλ᾽ ἐπεμελεῖτο: ὁπότε δὲ αὐτοὶ εἶεν, καὶ συνεδείπνει: ἥδετο γὰρ αὐτῷ συνών: ἀντὶ δὲ τούτων πολλοῖς καὶ μεγάλοις ἐτιμᾶτο ὑπὸ τοῦ Κύρου, διὰ δὲ Κῦρον καὶ ὑπ᾽ ἄλλων.

3 Leave a comment on paragraph 3 0 3. Cyrus assigns seats to friends according to his regard for them…
ὡς δ᾽ ἦλθον οἱ κληθέντες ἐπὶ τὸ δεῖπνον, οὐχ ὅπου ἔτυχεν ἕκαστον ἐκάθιζεν, ἀλλ᾽ ὃν μὲν μάλιστα ἐτίμα, παρὰ τὴν ἀριστερὰν χεῖρα, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς, τὸν δὲ δεύτερον παρὰ τὴν δεξιάν, τὸν δὲ τρίτον πάλιν παρὰ τὴν ἀριστεράν, τὸν δὲ τέταρτον παρὰ τὴν δεξιάν: καὶ ἢν πλέονες ὦσιν, ὡσαύτως.

4 Leave a comment on paragraph 4 0 4. Cyrus does this because he hopes to inspire competition…
σαφηνίζεσθαι δὲ ὡς ἕκαστον ἐτίμα διὰ τοῦτο ἐδόκει αὐτῷ ἀγαθὸν εἶναι, ὅτι ὅπου μὲν οἴονται ἅνθρωποι τὸν κρατιστεύοντα μήτε κηρυχθήσεσθαι μήτε ἆθλα λήψεσθαι, δῆλοί εἰσιν ἐνταῦθα οὐ φιλονίκως πρὸς ἀλλήλους ἔχοντες: ὅπου δὲ μάλιστα πλεονεκτῶν ὁ κράτιστος φαίνεται, ἐνταῦθα προθυμότατα φανεροί εἰσιν ἀγωνιζόμενοι πάντες.

5 Leave a comment on paragraph 5 0 5. Cyrus recognizes his esteem of his comrades by their assignments in standing or sitting with him…
καὶ ὁ Κῦρος δὲ οὕτως ἐσαφήνιζε μὲν τοὺς κρατιστεύοντας παρ᾽ ἑαυτῷ, εὐθὺς ἀρξάμενος ἐξ ἕδρας καὶ παραστάσεως. οὐ μέντοι ἀθάνατον τὴν ταχθεῖσαν ἕδραν κατεστήσατο, ἀλλὰ νόμιμον ἐποιήσατο καὶ ἀγαθοῖς ἔργοις προβῆναι εἰς τὴν τιμιωτέραν ἕδραν, καὶ εἴ τις ῥᾳδιουργοίη, ἀναχωρῆσαι εἰς τὴν ἀτιμοτέραν. τὸν δὲ πρωτεύοντα ἐν ἕδρᾳ ᾐσχύνετο μὴ οὐ πλεῖστα καὶ ἀγαθὰ ἔχοντα παρ᾽ αὐτοῦ φαίνεσθαι. καὶ ταῦτα δὲ ἐπὶ Κύρου γενόμενα οὕτως ἔτι καὶ νῦν διαμένοντα αἰσθανόμεθα.

6 Leave a comment on paragraph 6 0 6. Gobryas marvels not at the lavishness of Cyrus’ table but that he asks his friends to share in it…
ἐπεὶ δὲ ἐδείπνουν, ἐδόκει τῷ Γωβρύᾳ τὸ μὲν πολλὰ ἕκαστα εἶναι οὐδέν τι θαυμαστὸν παρ᾽ ἀνδρὶ πολλῶν ἄρχοντι: τὸ δὲ τὸν Κῦρον οὕτω μεγάλα πράττοντα, εἴ τι ἡδὺ δόξειε λαβεῖν, μηδὲν τούτων μόνον καταδαπανᾶν, ἀλλ᾽ ἔργον ἔχειν αὐτὸν ἐδόμενον τούτου κοινωνεῖν τοὺς παρόντας, πολλάκις δὲ καὶ τῶν ἀπόντων φίλων ἔστιν οἷς ἑώρα πέμποντα ταῦτα αὐτὸν οἷς ἡσθεὶς τύχοι:

7 Leave a comment on paragraph 7 0 7. Gobryas declares Cyrus not only the greatest general but even more excellent in his philanthropia…
ὥστε ἐπεὶ ἐδεδειπνήκεσαν καὶ πάντα τὰ λοιπὰ πολλὰ ὄντα διεπεπόμφει ὁ Κῦρος ἀπὸ τῆς τραπέζης, εἶπεν ἄρα ὁ Γωβρύας: ἀλλ᾽, ἐγώ, ὦ Κῦρε, πρόσθεν μὲν ἡγούμην τούτῳ σε πλεῖστον διαφέρειν ἀνθρώπων τῷ στρατηγικώτατον εἶναι: νῦν δὲ θεοὺς ὄμνυμι ἦ μὴν ἐμοὶ δοκεῖν πλέον σε διαφέρειν φιλανθρωπίᾳ ἢ στρατηγίᾳ.

8 Leave a comment on paragraph 8 0 8. Cyrus insists that the deeds of philanthropia are more pleasurable than deeds of strategia…
νὴ Δί᾽, ἔφη ὁ Κῦρος: καὶ μὲν δὴ καὶ ἐπιδείκνυμαι τὰ ἔργα πολὺ ἥδιον φιλανθρωπίας ἢ στρατηγίας. πῶς δή; ἔφη ὁ Γωβρύας. ὅτι, ἔφη, τὰ μὲν κακῶς ποιοῦντα ἀνθρώπους δεῖ ἐπιδείκνυσθαι, τὰ δὲ εὖ.

9 Leave a comment on paragraph 9 0 9. While they are drinking during the meal Hystaspas asks if he has ever failed Cyrus in any way…
ἐκ τούτου δὴ ἐπεὶ ὑπέπινον, ἤρετο ὁ Ὑστάσπας τὸν Κῦρον: ἆρ᾽ ἄν, ἔφη, ὦ Κῦρε, ἀχθεσθείης μοι, εἴ σε ἐροίμην ὃ βούλομαί σου πυθέσθαι; ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, τοὐναντίον τούτου ἀχθοίμην ἄν σοι, εἰ αἰσθοίμην σιωπῶντα ἃ βούλοιο ἐρέσθαι. λέγε δή μοι, ἔφη, ἤδη πώποτε καλέσαντός σου οὐκ ἦλθον; εὐφήμει, ἔφη ὁ Κῦρος. ἀλλ᾽ ὑπακούων σχολῇ ὑπήκουσα; οὐδὲ τοῦτο. προσταχθὲν δέ τι ἤδη σοι οὐκ ἔπραξα; οὐκ αἰτιῶμαι, ἔφη. ὃ δὲ πράττοιμι, ἔστιν ὅ τι πώποτε οὐ προθύμως ἢ οὐχ ἡδομένως πράττοντά με κατέγνως; τοῦτο δὴ πάντων ἥκιστα, ἔφη ὁ Κῦρος.

10 Leave a comment on paragraph 10 0 10. He then asks why Chrysantas was assigned a more honorable place than him…
τίνος μὴν ἕνεκα, ἔφη, πρὸς τῶν θεῶν, ὦ Κῦρε, Χρυσάνταν ἔγραψας ὥστε εἰς τὴν τιμιωτέραν ἐμοῦ χώραν ἱδρυθῆναι; ἦ λέγω; ἔφη ὁ Κῦρος. πάντως, ἔφη ὁ Ὑστάσπας. καὶ σὺ αὖ οὐκ ἀχθέσῃ μοι ἀκούων τἀληθῆ;

11 Leave a comment on paragraph 11 0 11. Cyrus explains that Chrysantas would come even without being sent for…
ἡσθήσομαι μὲν οὖν, ἔφη, ἢν εἰδῶ ὅτι οὐκ ἀδικοῦμαι. Χρυσάντας τοίνυν, ἔφη, οὑτοσὶ πρῶτον μὲν οὐ κλῆσιν ἀνέμενεν, ἀλλὰ πρὶν καλεῖσθαι παρῆν τῶν ἡμετέρων ἕνεκα: ἔπειτα δὲ οὐ τὸ κελευόμενον μόνον, ἀλλὰ καὶ ὅ τι αὐτὸς γνοίη ἄμεινον εἶναι πεπραγμένον ἡμῖν τοῦτο ἔπραττεν. ὁπότε δὲ εἰπεῖν τι δέοι εἰς τοὺς συμμάχους, ἃ μὲν ἐμὲ ᾤετο πρέπειν λέγειν ἐμοὶ συνεβούλευεν: ἃ δὲ ἐμὲ αἴσθοιτο βουλόμενον μὲν εἰδέναι τοὺς συμμάχους, αὐτὸν δέ με αἰσχυνόμενον περὶ ἐμαυτοῦ λέγειν, ταῦτα οὗτος λέγων ὡς ἑαυτοῦ γνώμην ἀπεφαίνετο: ὥστ᾽ ἔν γε τούτοις τί κωλύει αὐτὸν καὶ ἐμοῦ ἐμοὶ κρείττονα εἶναι; καὶ ἑαυτῷ μὲν ἀεί φησι πάντα τὰ παρόντα ἀρκεῖν, ἐμοὶ δὲ ἀεὶ φανερός ἐστι σκοπῶν τί ἂν προσγενόμενον ὀνήσειεν, ἐπί τε τοῖς ἐμοῖς καλοῖς πολὺ μᾶλλον ἐμοῦ ἀγάλλεται καὶ ἥδεται.

12 Leave a comment on paragraph 12 1 12. Hystaspas vows to emulate Chrysantas, but asks how to rejoice at his good fortune…
πρὸς ταῦτα ὁ Ὑστάσπας εἶπε: νὴ τὴν Ἥραν, ὦ Κῦρε, ἥδομαί γε ταῦτά σε ἐρωτήσας. τί μάλιστα; ἔφη ὁ Κῦρος. ὅτι κἀγὼ πειράσομαι ταῦτα ποιεῖν: ἓν μόνον, ἔφη, ἀγνοῶ, πῶς ἂν εἴην δῆλος χαίρων ἐπὶ τοῖς σοῖς ἀγαθοῖς: πότερον κροτεῖν δεῖ τὼ χεῖρε ἢ γελᾶν ἢ τί ποιεῖν. καὶ ὁ Ἀρτάβαζος εἶπεν: ὀρχεῖσθαι δεῖ τὸ Περσικόν. ἐπὶ τούτοις μὲν δὴ γέλως ἐγένετο.

13 Leave a comment on paragraph 13 0 13. Cyrus asks Gobryas if he is willing to marry one of his daughters to one of Cyrus’ friends…
προϊόντος δὲ τοῦ συμποσίου ὁ Κῦρος τὸν Γωβρύαν ἐπήρετο: εἰπέ μοι, ἔφη, ὦ Γωβρύα, νῦν ἂν δοκεῖς ἥδιον τῶνδέ τῳ τὴν θυγατέρα δοῦναι ἢ ὅτε τὸ πρῶτον ἡμῖν συνεγένου; οὐκοῦν, ἔφη ὁ Γωβρύας, κἀγὼ τἀληθῆ λέγω; νὴ Δί᾽, ἔφη ὁ Κῦρος, ὡς ψεύδους γε οὐδεμία ἐρώτησις δεῖται. εὖ τοίνυν, ἔφη, ἴσθι ὅτι νῦν ἂν πολὺ ἥδιον. ἦ καὶ ἔχοις ἄν, ἔφη ὁ Κῦρος, εἰπεῖν διότι;

14 Leave a comment on paragraph 14 0 14. He explains that he has seen Cyrus’ friends bear toil and danger with good spirit…
ἔγωγε. λέγε δή. ὅτι τότε μὲν ἑώρων τοὺς πόνους καὶ τοὺς κινδύνους εὐθύμως αὐτοὺς φέροντας, νῦν δὲ ὁρῶ αὐτοὺς τἀγαθὰ σωφρόνως φέροντας. δοκεῖ δέ μοι, ὦ Κῦρε, χαλεπώτερον εἶναι εὑρεῖν ἄνδρα τἀγαθὰ καλῶς φέροντα ἢ τὰ κακά: τὰ μὲν γὰρ ὕβριν τοῖς πολλοῖς, τὰ δὲ σωφροσύνην τοῖς πᾶσιν ἐμποιεῖ.

15 Leave a comment on paragraph 15 0 15. Hystaspas explains that he would eagerly pursue Gobryas’ daughter…
καὶ ὁ Κῦρος εἶπεν: ἤκουσας, ὦ Ὑστάσπα, Γωβρύου τὸ ῥῆμα; ναὶ μὰ Δί᾽, ἔφη: καὶ ἐὰν πολλὰ τοιαῦτά γε λέγῃ, πολὺ μᾶλλόν με τῆς θυγατρὸς μνηστῆρα λήψεται ἢ ἐὰν ἐκπώματα πολλά μοι ἐπιδεικνύῃ.

16 Leave a comment on paragraph 16 0 16. Gobryas vows that he does have more sentiments and that he will instead give his goblets…
ἦ μήν, ἔφη ὁ Γωβρύας, πολλά γέ μοί ἐστι τοιαῦτα συγγεγραμμένα, ὧν ἐγώ σοι οὐ φθονήσω, ἢν τὴν θυγατέρα μου γυναῖκα λαμβάνῃς: τὰ δ᾽ ἐκπώματα, ἔφη, ἐπειδὴ οὐκ ἀνέχεσθαί μοι φαίνει, οὐκ οἶδ᾽ εἰ Χρυσάντᾳ τουτῳῒ δῶ, ἐπεὶ καὶ τὴν ἕδραν σου ὑφήρπασε.

17 Leave a comment on paragraph 17 0 17. Cyrus offers to assist others in their hopes of marriage…
καὶ μὲν δή, ἔφη ὁ Κῦρος, ὦ Ὑστάσπα, καὶ οἱ ἄλλοι δὲ οἱ παρόντες, ἢν ἐμοὶ λέγητε, ὅταν τις ὑμῶν γαμεῖν ἐπιχειρήσῃ, γνώσεσθε ὁποῖός τις κἀγὼ συνεργὸς ὑμῖν ἔσομαι.

18 Leave a comment on paragraph 18 0 18. Gobryas asks to whom he should apply if he has an available daughter…
καὶ ὁ Γωβρύας εἶπεν: ἢν δέ τις ἐκδοῦναι βούληται θυγατέρα, πρὸς τίνα δεῖ λέγειν; πρὸς ἐμέ, ἔφη ὁ Κῦρος, καὶ τοῦτο: πάνυ γάρ, ἔφη, δεινός εἰμι ταύτην τὴν τέχνην.

19 Leave a comment on paragraph 19 1 19. He explains that he knows what kind of bride would suit each of his friends…
ποίαν; ἔφη ὁ Χρυσάντας. τὸ γνῶναι ὁποῖος ἂν γάμος ἑκάστῳ συναρμόσειε. καὶ ὁ Χρυσάντας ἔφη: λέγε δὴ πρὸς τῶν θεῶν ποίαν τινά μοι γυναῖκα οἴει συναρμόσειν κάλλιστα.

20 Leave a comment on paragraph 20 0 20. Cyrus says small (since Chrysantas is small), otherwise he would have to jump to get a kiss…
πρῶτον μέν, ἔφη, μικράν: μικρὸς γὰρ καὶ αὐτὸς εἶ: εἰ δὲ μεγάλην γαμεῖς, ἤν ποτε βούλῃ αὐτὴν ὀρθὴν φιλῆσαι, προσάλλεσθαί σε δεήσει ὥσπερ τὰ κυνάρια. τοῦτο μὲν δή, ἔφη, ὀρθῶς προνοεῖς: καὶ γὰρ οὐδ᾽ ὁπωστιοῦν ἁλτικός εἰμι.

21 Leave a comment on paragraph 21 0 21. He also needs a snub-nosed woman because it would complement Chrysantas’ hooked nose…
ἔπειτα δ᾽, ἔφη, σιμὴ ἄν σοι ἰσχυρῶς συμφέροι. πρὸς τί δὴ αὖ τοῦτο; ὅτι, ἔφη, σὺ γρυπὸς εἶ: πρὸς οὖν τὴν σιμότητα σάφ᾽ ἴσθι ὅτι ἡ γρυπότης ἄριστ᾽ ἂν προσαρμόσειε. λέγεις σύ, ἔφη, ὡς καὶ τῷ εὖ δεδειπνηκότι ὥσπερ καὶ ἐγὼ νῦν ἄδειπνος ἂν συναρμόττοι. ναὶ μὰ Δί᾽, ἔφη ὁ Κῦρος: τῶν μὲν γὰρ μεστῶν γρυπὴ ἡ γαστὴρ γίγνεται, τῶν δὲ ἀδείπνων σιμή.

22 Leave a comment on paragraph 22 0 22. Chrysantas then asks what kind of wife would suit a frigid king…
καὶ ὁ Χρυσάντας ἔφη: ψυχρῷ δ᾽ ἄν, πρὸς τῶν θεῶν, βασιλεῖ ἔχοις ἂν εἰπεῖν ποία τις συνοίσει; ἐνταῦθα μὲν δὴ ὅ τε Κῦρος ἐξεγέλασε καὶ οἱ ἄλλοι ὁμοίως.

23 Leave a comment on paragraph 23 0 23. Hystaspas says that he is envious of Cyrus for being ‘frigid’ and yet able to make everyone laugh…
γελώντων δὲ ἅμα εἶπεν ὁ Ὑστάσπας: πολύ γ᾽, ἔφη, μάλιστα τούτου σε, ὦ Κῦρε, ζηλῶ ἐν τῇ βασιλείᾳ. τίνος; ἔφη ὁ Κῦρος. ὅτι δύνασαι καὶ ψυχρὸς ὢν γέλωτα παρέχειν. καὶ ὁ Κῦρος εἶπεν: ἔπειτ᾽ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτ᾽ εἰρῆσθαι, καὶ ἀπαγγελθῆναι παρ᾽ ᾗ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ; καὶ ταῦτα μὲν δὴ οὕτω διεσκώπτετο.

24 Leave a comment on paragraph 24 0 24. Afterwards he gives some jewelry to Tigranes’ wife in exchange for following them on the campaign…
μετὰ δὲ ταῦτα Τιγράνῃ μὲν ἐξήνεγκε γυναικεῖον κόσμον, καὶ ἐκέλευσε τῇ γυναικὶ δοῦναι, ὅτι ἀνδρείως συνεστρατεύετο τῷ ἀνδρί, Ἀρταβάζῳ δὲ χρυσοῦν ἔκπωμα, τῷ δ᾽ Ὑρκανίῳ ἵππον καὶ ἄλλα πολλὰ καὶ καλὰ ἐδωρήσατο. σοὶ δέ, ἔφη, ὦ Γωβρύα, δώσω ἄνδρα τῇ θυγατρί.

25 Leave a comment on paragraph 25 0 25. He offers up Hystaspas when Hystaspas explains that Cyrus is the source of all his wealth…
οὐκοῦν ἐμέ, ἔφη ὁ Ὑστάσπας, δώσεις, ἵνα καὶ τὰ συγγράμματα λάβω. ἦ καὶ ἔστι σοι, ἔφη ὁ Κῦρος, οὐσία ἀξία τῶν τῆς παιδός; νὴ Δί᾽, ἔφη, πολλαπλασίων μὲν οὖν χρημάτων. καὶ ποῦ, ἔφη ὁ Κῦρος, ἔστι σοι αὕτη ἡ οὐσία; ἐνταῦθα, ἔφη, ὅπουπερ καὶ σὺ κάθησαι φίλος ὢν ἐμοί. ἀρκεῖ μοι, ἔφη ὁ Γωβρύας: καὶ εὐθὺς ἐκτείνας τὴν δεξιάν, δίδου, ἔφη, ὦ Κῦρε: δέχομαι γάρ.

26 Leave a comment on paragraph 26 0 26. Cyrus clasps the right hands of Gobryas and Hystaspas and gives Hystaspas many gifts…
καὶ ὁ Κῦρος λαβὼν τὴν τοῦ Ὑστάσπου δεξιὰν ἔδωκε τῷ Γωβρύᾳ, ὁ δ᾽ ἐδέξατο. ἐκ δὲ τούτου πολλὰ καὶ καλὰ ἔδωκε δῶρα τῷ Ὑστάσπᾳ, ὅπως τῇ παιδὶ πέμψειε: Χρυσάνταν δ᾽ ἐφίλησε προσαγαγόμενος. καὶ ὁ Ἀρτάβαζος εἶπε: μὰ Δί᾽,

27 Leave a comment on paragraph 27 0 27. Artabazus complains that he did not get a kiss…
ἔφη, ὦ Κῦρε, οὐχ ὁμοίου γε χρυσοῦ ἐμοί τε τὸ ἔκπωμα δέδωκας καὶ Χρυσάντᾳ τὸ δῶρον. ἀλλὰ καὶ σοί, ἔφη, δώσω. ἐπήρετο ἐκεῖνος πότε; εἰς τριακοστόν, ἔφη, ἔτος. ὡς ἀναμενοῦντος, ἔφη, καὶ οὐκ ἀποθανουμένου οὕτω παρασκευάζου. καὶ τότε μὲν δὴ οὕτως ἔληξεν ἡ σκηνή: ἐξανισταμένων δ᾽ αὐτῶν ἐξανέστη καὶ ὁ Κῦρος καὶ ξυμπρούπεμψεν αὐτοὺς ἐπὶ τὰς θύρας.

28 Leave a comment on paragraph 28 0 28. They depart on the following day, though some remain behind and continue to live near the palace…
τῇ δὲ ὑστεραίᾳ τοὺς ἐθελουσίους συμμάχους γενομένους ἀπέπεμπεν οἴκαδε ἑκάστους, πλὴν ὅσοι αὐτῶν οἰκεῖν ἐβούλοντο παρ᾽ αὐτῷ: τούτοις δὲ χώραν καὶ οἴκους ἔδωκε, καὶ νῦν ἔτι ἔχουσιν οἱ τῶν καταμεινάντων τότε ἀπόγονοι: πλεῖστοι δ᾽ εἰσὶ Μήδων καὶ Ὑρκανίων: τοῖς δ᾽ ἀπιοῦσι δωρησάμενος πολλὰ καὶ ἀμέμπτους ποιησάμενος καὶ ἄρχοντας καὶ στρατιώτας ἀπεπέμψατο.

29 Leave a comment on paragraph 29 0 29. He divides the spoils from Sardis among his own soldiers…
ἐκ τούτου δὲ διέδωκε καὶ τοῖς περὶ αὑτὸν στρατιώταις τὰ χρήματα ὅσα ἐκ Σάρδεων ἔλαβε: καὶ τοῖς μὲν μυριάρχοις καὶ τοῖς περὶ αὑτὸν ὑπηρέταις ἐξαίρετα ἐδίδου πρὸς τὴν ἀξίαν ἑκάστῳ, τὰ δ᾽ ἄλλα διένειμε: καὶ τὸ μέρος ἑκάστῳ δοὺς τῶν μυριάρχων ἐπέτρεψεν αὐτοῖς διανέμειν ὥσπερ αὐτὸς ἐκείνοις διένειμεν.

30 Leave a comment on paragraph 30 0 30. They do so, on down the line…
ἐδίδοσαν δὲ τὰ μὲν ἄλλα χρήματα ἄρχων ἄρχοντας τοὺς ὑφ᾽ ἑαυτῷ δοκιμάζων: τὰ δὲ τελευταῖα οἱ ἑξάδαρχοι τοὺς ὑφ᾽ ἑαυτοῖς ἰδιώτας δοκιμάσαντες πρὸς τὴν ἀξίαν ἑκάστῳ ἐδίδοσαν: καὶ οὕτω πάντες εἰλήφεσαν τὸ δίκαιον μέρος.

31 Leave a comment on paragraph 31 0 31. One person speculates that Cyrus must keep a lot for himself if he is giving out so much…
ἐπεὶ δὲ εἰλήφεσαν τὰ τότε δοθέντα, οἱ μέν τινες ἔλεγον περὶ τοῦ Κύρου τοιάδε: ἦ που αὐτός γε πολλὰ ἔχει, ὅπου γε καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν: οἱ δέ τινες αὐτῶν ἔλεγον: ποῖα πολλὰ ἔχει; οὐχ ὁ Κύρου τρόπος τοιοῦτος οἷος χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος ἥδεται.

32 Leave a comment on paragraph 32 0 32. Cyrus, in an assembly of friends, proclaims that it is better to share than to hold wealth…
αἰσθόμενος δὲ ὁ Κῦρος τούτους τοὺς λόγους καὶ τὰς δόξας τὰς περὶ αὑτοῦ συνέλεξε τοὺς φίλους τε καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ ἔλεξεν ὧδε. ὦ ἄνδρες φίλοι, ἑώρακα μὲν ἤδη ἀνθρώπους οἳ βούλονται δοκεῖν πλείω κεκτῆσθαι ἢ ἔχουσιν, ἐλευθεριώτεροι ἂν οἰόμενοι οὕτω φαίνεσθαι: ἐμοὶ δὲ δοκοῦσιν, ἔφη, οὗτοι τοὔμπαλιν οὗ βούλονται ἐφέλκεσθαι: τὸ γὰρ πολλὰ δοκοῦντα ἔχειν μὴ κατ᾽ ἀξίαν τῆς οὐσίας φαίνεσθαι ὠφελοῦντα τοὺς φίλους ἀνελευθερίαν ἔμοιγε δοκεῖ περιάπτειν.

33 Leave a comment on paragraph 33 0 33. He says that it is also mean to conceal how much wealth he has…
εἰσὶ δ᾽ αὖ, ἔφη, οἳ λεληθέναι βούλονται ὅσα ἂν ἔχωσι: πονηροὶ οὖν καὶ οὗτοι τοῖς φίλοις ἔμοιγε δοκοῦσιν εἶναι. διὰ γὰρ τὸ μὴ εἰδέναι τὰ ὄντα πολλάκις δεόμενοι οὐκ ἐπαγγέλλουσιν οἱ φίλοι τοῖς ἑταίροις, ἀλλὰ τητῶνται.

34 Leave a comment on paragraph 34 0 34. He says the best course is to show himself a gentleman by revealing how much wealth he has…
ἁπλουστάτου δέ μοι, ἔφη, δοκεῖ εἶναι τὸ τὴν δύναμιν φανερὰν ποιήσαντα ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν, ἔφη, βούλομαι ὑμῖν ὅσα μὲν οἷόν τ᾽ ἐστὶν ἰδεῖν τῶν ἐμοὶ ὄντων δεῖξαι, ὅσα δὲ μὴ οἷόν τε ἰδεῖν, διηγήσασθαι.

35 Leave a comment on paragraph 35 0 35. He does so…
ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυε πολλὰ καὶ καλὰ κτήματα: τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδια εἶναι ἰδεῖν διηγεῖτο:

36 Leave a comment on paragraph 36 0 36. He explains that his wealth is as much theirs as it is his…
τέλος δ᾽ εἶπεν ὧδε: ταῦτα, ὦ ἄνδρες, ἅπαντα δεῖ ὑμᾶς οὐδὲν μᾶλλον ἐμὰ ἡγεῖσθαι ἢ καὶ ὑμέτερα: ἐγὼ γάρ, ἔφη, ταῦτα ἁθροίζω οὔθ᾽ ὅπως αὐτὸς καταδαπανήσω οὔθ᾽ ὅπως αὐτὸς κατατρίψω: οὐ γὰρ ἂν δυναίμην: ἀλλ᾽ ὅπως ἔχω τῷ τε ἀεὶ καλόν τι ὑμῶν ποιοῦντι διδόναι καὶ ὅπως, ἤν τις ὑμῶν τινος ἐνδεῖσθαι νομίσῃ, πρὸς ἐμὲ ἐλθὼν λάβῃ οὗ ἂν ἐνδεὴς τυγχάνῃ ὤν. καὶ ταῦτα μὲν δὴ οὕτως ἐλέχθη.

Page 46

Source: http://cyropaedia.online/book-8/chapter-8-4-at-a-banquet-cyrus-plays-the-wit-and-matchmaker-and-then-explains-his-views-on-sharing-wealth-with-friends/