|
The World's First Online Collaborative Commentary to an Ancient Text

Chapter 8.3: Cyrus processes in state and matches Pheraulas with a Sacian, to the delight of both, one helping his friends, the other managing the wealth.

1 Leave a comment on paragraph 1 1 1. Cyrus for the first time processes in state with magnificence from his palace…
νῦν δὲ ἤδη διηγησόμεθα ὡς τὸ πρῶτον ἐξήλασε Κῦρος ἐκ τῶν βασιλείων: καὶ γὰρ αὐτῆς τῆς ἐξελάσεως ἡ σεμνότης ἡμῖν δοκεῖ μία τῶν τεχνῶν εἶναι τῶν μεμηχανημένων τὴν ἀρχὴν μὴ εὐκαταφρόνητον εἶναι. πρῶτον μὲν οὖν πρὸ τῆς ἐξελάσεως εἰσκαλέσας πρὸς αὑτὸν τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων συμμάχων διέδωκεν αὐτοῖς τὰς Μηδικὰς στολάς: καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνέδυσαν: διαδιδούς τε ἅμα τάδε ἔλεγεν αὐτοῖς ὅτι ἐλάσαι βούλοιτο εἰς τὰ τεμένη τὰ τοῖς θεοῖς ἐξῃρημένα καὶ θῦσαι μετ᾽ ἐκείνων.

2 Leave a comment on paragraph 2 0 2. He summons his friends to court before sunrise…
πάρεστε οὖν, ἔφη, ἐπὶ τὰς θύρας κοσμηθέντες ταῖς στολαῖς ταύταις πρὶν ἥλιον ἀνατέλλειν, καὶ καθίστασθε ὡς ἂν ὑμῖν Φεραύλας ὁ Πέρσης ἐξαγγείλῃ παρ᾽ ἐμοῦ: καὶ ἐπειδάν, ἔφη, ἐγὼ ἡγῶμαι, ἕπεσθε ἐν τῇ ῥηθείσῃ χώρᾳ. ἢν δ᾽ ἄρα τινὶ δοκῇ ὑμῶν ἄλλῃ κάλλιον εἶναι ἢ ὡς ἂν νῦν ἐλαύνωμεν, ἐπειδὰν πάλιν ἔλθωμεν, διδασκέτω με: ὅπῃ γὰρ ἂν κάλλιστον καὶ ἄριστον ὑμῖν δοκῇ εἶναι, ταύτῃ ἕκαστα δεῖ καταστήσασθαι.

3 Leave a comment on paragraph 3 0 3. He gives his friends an assortment of Medan robes for them to adorn their friends…
ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς καλλίστας στολάς, ἐξέφερε δὴ καὶ ἄλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὐδὲν φειδόμενος οὔτε πορφυρίδων οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων: νείμας δὲ τούτων τὸ μέρος ἑκάστῳ τῶν ἡγεμόνων ἐκέλευσεν αὐτοὺς τούτοις κοσμεῖν τοὺς αὑτῶν φίλους, ὥσπερ, ἔφη, ἐγὼ ὑμᾶς κοσμῶ.

4 Leave a comment on paragraph 4 0 4. One friends asks when Cyrus will adorn himself…
καί τις τῶν παρόντων ἐπήρετο αὐτόν: σὺ δέ, ὦ Κῦρε, ἔφη, πότε κοσμήσῃ; ὁ δ᾽ ἀπεκρίνατο: οὐ γὰρ νῦν, ἔφη, δοκῶ ὑμῖν αὐτὸς κοσμεῖσθαι ὑμᾶς κοσμῶν; ἀμέλει, ἔφη, ἢν δύνωμαι ὑμᾶς τοὺς φίλους εὖ ποιεῖν, ὁποίαν ἂν ἔχων στολὴν τυγχάνω, ἐν ταύτῃ καλὸς φανοῦμαι.

5 Leave a comment on paragraph 5 0 5. Cyrus’ regard for Pheraulas, the man of the people…
οὕτω δὴ οἱ μὲν ἀπελθόντες μεταπεμπόμενοι τοὺς φίλους ἐκόσμουν ταῖς στολαῖς. ὁ δὲ Κῦρος νομίζων Φεραύλαν τὸν ἐκ τῶν δημοτῶν καὶ συνετὸν εἶναι καὶ φιλόκαλον καὶ εὔτακτον καὶ τοῦ χαρίζεσθαι αὐτῷ οὐκ ἀμελῆ, ὅς ποτε καὶ περὶ τοῦ τιμᾶσθαι ἕκαστον κατὰ τὴν ἀξίαν συνεῖπε, τοῦτον δὴ καλέσας συνεβουλεύετο αὐτῷ πῶς ἂν τοῖς μὲν εὔνοις κάλλιστα ἰδεῖν ποιοῖτο τὴν ἐξέλασιν, τοῖς δὲ δυσμενέσι φοβερώτατα.

6 Leave a comment on paragraph 6 0 6. They arrive at a plan after careful consideration…
ἐπεὶ δὲ σκοπούντοιν αὐτοῖν ταὐτὰ συνέδοξεν, ἐκέλευσε τὸν Φεραύλαν ἐπιμεληθῆναι ὅπως ἂν οὕτω γένηται αὔριον ἡ ἐξέλασις ὥσπερ ἔδοξε καλῶς ἔχειν. εἴρηκα δέ, ἔφη, ἐγὼ πάντας πείθεσθαί σοι περὶ τῆς ἐν τῇ ἐξελάσει τάξεως: ὅπως δ᾽ ἂν ἥδιον παραγγέλλοντός σου ἀκούωσι, φέρε λαβών, ἔφη, χιτῶνας μὲν τουτουσὶ τοῖς τῶν δορυφόρων ἡγεμόσι, κασᾶς δὲ τούσδε τοὺς ἐφιππίους τοῖς τῶν ἱππέων ἡγεμόσι δός, καὶ τῶν ἁρμάτων τοῖς ἡγεμόσιν ἄλλους τούσδε χιτῶνας.

7 Leave a comment on paragraph 7 0 7. The officers remark on how Pheraulas must be a great man to be put in such command…
ὁ μὲν δὴ ἔφερε λαβών: οἱ δὲ ἡγεμόνες ἐπεὶ ἴδοιεν αὐτόν, ἔλεγον: μέγας δὴ σύγε, ὦ Φεραύλα, ὁπότε γε καὶ ἡμῖν τάξεις ἃ ἂν δέῃ ποιεῖν. οὐ μὰ Δί᾽, ἔφη ὁ Φεραύλας, οὐ μόνον γε, ὡς ἔοικεν, ἀλλὰ καὶ συσκευοφορήσω: νῦν γοῦν φέρω τώδε δύο κασᾶ, τὸν μὲν σοί, τὸν δὲ ἄλλῳ: σὺ μέντοι τούτων λαβὲ ὁπότερον βούλει.

8 Leave a comment on paragraph 8 0 8. This deflects the officer from his jealousy…
ἐκ τούτου δὴ ὁ μὲν λαμβάνων τὸν κασᾶν τοῦ μὲν φθόνου ἐπελέληστο, εὐθὺς δὲ συνεβουλεύετο αὐτῷ ὁπότερον λαμβάνοι: ὁ δὲ συμβουλεύσας ἂν ὁπότερος βελτίων εἴη καὶ εἰπών: ἤν μου κατηγορήσῃς ὅτι αἵρεσίν σοι ἔδωκα, εἰς αὖθις ὅταν διακονῶ, ἑτέρῳ χρήσῃ μοι διακόνῳ: ὁ μὲν δὴ Φεραύλας οὕτω διαδοὺς ᾗ ἐτάχθη εὐθὺς ἐπεμελεῖτο τῶν εἰς τὴν ἐξέλασιν ὅπως ὡς κάλλιστα ἕκαστα ἕξοι.

9 Leave a comment on paragraph 9 0 9. At dawn all the soldiers line the streets to make way for Cyrus’ procession…
ἡνίκα δ᾽ ἡ ὑστεραία ἧκε, καθαρὰ μὲν ἦν πάντα πρὸ ἡμέρας, στοῖχοι δὲ εἱστήκεσαν ἔνθεν καὶ ἔνθεν τῆς ὁδοῦ, ὥσπερ καὶ νῦν ἔτι ἵστανται ᾗ ἂν βασιλεὺς μέλλῃ ἐλαύνειν: ὧν ἐντὸς οὐδενὶ ἔστιν εἰσιέναι τῶν μὴ τετιμημένων: μαστιγοφόροι δὲ καθέστασαν, οἳ ἔπαιον εἴ τις ἐνοχλοίη. ἕστασαν δὲ πρῶτον μὲν τῶν δορυφόρων εἰς τετρακισχιλίους ἔμπροσθεν τῶν πυλῶν εἰς τέτταρας, δισχίλιοι δ᾽ ἑκατέρωθεν τῶν πυλῶν.

10 Leave a comment on paragraph 10 0 10. The cavalry have their hands tucked inside their sleeves as a token of loyalty…
καὶ οἱ ἱππεῖς δὲ πάντες παρῆσαν καταβεβηκότες ἀπὸ τῶν ἵππων, καὶ διειρκότες τὰς χεῖρας διὰ τῶν κανδύων, ὥσπερ καὶ νῦν ἔτι διείρουσιν, ὅταν ὁρᾷ βασιλεύς. ἕστασαν δὲ Πέρσαι μὲν ἐκ δεξιᾶς, οἱ δὲ ἄλλοι σύμμαχοι ἐξ ἀριστερᾶς τῆς ὁδοῦ, καὶ τὰ ἅρματα ὡσαύτως τὰ ἡμίσεα ἑκατέρωθεν.

11 Leave a comment on paragraph 11 1 11. From the gates sacrificial animals are led out, according to the guidance of the magi…
ἐπεὶ δ᾽ ἀνεπετάννυντο αἱ τοῦ βασιλείου πύλαι, πρῶτον μὲν ἤγοντο τῷ Διὶ ταῦροι πάγκαλοι εἰς τέτταρας καὶ οἷς τῶν ἄλλων θεῶν οἱ μάγοι ἐξηγοῦντο: πολὺ γὰρ οἴονται Πέρσαι χρῆναι τοῖς περὶ τοὺς θεοὺς μᾶλλον τεχνίταις χρῆσθαι ἢ περὶ τἆλλα.

12 Leave a comment on paragraph 12 3 12. Other animals and chariots are led out for various divinities…
μετὰ δὲ τοὺς βοῦς ἵπποι ἤγοντο θῦμα τῷ Ἡλίῳ: μετὰ δὲ τούτους ἐξήγετο ἅρμα λευκὸν χρυσόζυγον ἐστεμμένον Διὸς ἱερόν: μετὰ δὲ τοῦτο Ἡλίου ἅρμα λευκόν, καὶ τοῦτο ἐστεμμένον ὥσπερ τὸ πρόσθεν: μετὰ δὲ τοῦτο ἄλλο τρίτον ἅρμα ἐξήγετο, φοινικίσι καταπεπταμένοι οἱ ἵπποι, καὶ πῦρ ὄπισθεν αὐτοῦ ἐπ᾽ ἐσχάρας μεγάλης ἄνδρες εἵποντο φέροντες.

13 Leave a comment on paragraph 13 0 13. Cyrus then appears wearing a tiara, a purple and white tunic, scarlet tunic, and purple mantle…
ἐπὶ δὲ τούτοις ἤδη αὐτὸς ἐκ τῶν πυλῶν προυφαίνετο ὁ Κῦρος ἐφ᾽ ἅρματος ὀρθὴν ἔχων τὴν τιάραν καὶ χιτῶνα πορφυροῦν μεσόλευκον ἄλλῳ δ᾽ οὐκ ἔξεστι μεσόλευκον ἔχειν, καὶ περὶ τοῖς σκέλεσιν ἀναξυρίδας ὑσγινοβαφεῖς, καὶ κάνδυν ὁλοπόρφυρον. εἶχε δὲ καὶ διάδημα περὶ τῇ τιάρᾳ: καὶ οἱ συγγενεῖς δὲ αὐτοῦ τὸ αὐτὸ τοῦτο σημεῖον εἶχον, καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔχουσι.

14 Leave a comment on paragraph 14 1 14. He had his hands outside his sleeves…
τὰς δὲ χεῖρας ἔξω τῶν χειρίδων εἶχε. παρωχεῖτο δὲ αὐτῷ ἡνίοχος μέγας μέν, μείων δ᾽ ἐκείνου εἴτε καὶ τῷ ὄντι εἴτε καὶ ὁπωσοῦν: μείζων δ᾽ ἐφάνη πολὺ Κῦρος. ἰδόντες δὲ πάντες προσεκύνησαν, εἴτε καὶ ἄρξαι τινὲς κεκελευσμένοι εἴτε καὶ ἐκπλαγέντες τῇ παρασκευῇ καὶ τῷ δόξαι μέγαν τε καὶ καλὸν φανῆναι τὸν Κῦρον. πρόσθεν δὲ Περσῶν οὐδεὶς Κῦρον προσεκύνει.

15 Leave a comment on paragraph 15 0 15. Cyrus is then led by many lancers and mace-bearers…
ἐπεὶ δὲ προῄει τὸ τοῦ Κύρου ἅρμα, προηγοῦντο μὲν οἱ τετρακισχίλιοι δορυφόροι, παρείποντο δὲ οἱ δισχίλιοι ἑκατέρωθεν τοῦ ἅρματος: ἐφείποντο δὲ οἱ περὶ αὐτὸν σκηπτοῦχοι ἐφ᾽ ἵππων κεκοσμημένοι σὺν τοῖς παλτοῖς ἀμφὶ τοὺς τριακοσίους.

16 Leave a comment on paragraph 16 0 16. Next came his private horses, spearmen, and cavalry, with Chrysantas among them…
οἱ δ᾽ αὖ τῷ Κύρῳ τρεφόμενοι ἵπποι παρήγοντο χρυσοχάλινοι, ῥαβδωτοῖς ἱματίοις καταπεπταμένοι, ἀμφὶ τοὺς διακοσίους: ἐπὶ δὲ τούτοις δισχίλιοι ξυστοφόροι: ἐπὶ δὲ τούτοις ἱππεῖς οἱ πρῶτοι γενόμενοι μύριοι, εἰς ἑκατὸν πανταχῇ τεταγμένοι: ἡγεῖτο δ᾽ αὐτῶν Χρυσάντας:

17 Leave a comment on paragraph 17 0 17. Then come the horsemen with Hystaspas in command…
ἐπὶ δὲ τούτοις μύριοι ἄλλοι Περσῶν ἱππεῖς τεταγμένοι ὡσαύτως, ἡγεῖτο δ᾽ αὐτῶν Ὑστάσπας: ἐπὶ δὲ τούτοις ἄλλοι μύριοι ὡσαύτως, ἡγεῖτο δ᾽ αὐτῶν Δατάμας:

18 Leave a comment on paragraph 18 0 18. Then come the cavalry of the Medes, Armenians, Hyrcanians, Cadusians, and Sacians…
ἐπὶ δὲ τούτοις ἄλλοι, ἡγεῖτο δ᾽ αὐτῶν Γαδάτας: ἐπὶ δὲ τούτοις Μῆδοι ἱππεῖς, ἐπὶ δὲ τούτοις Ἀρμένιοι, μετὰ δὲ τούτους Ὑρκάνιοι, μετὰ δὲ τούτους Καδούσιοι, ἐπὶ δὲ τούτοις Σάκαι: μετὰ δὲ τοὺς ἱππέας ἅρματα ἐπὶ τεττάρων τεταγμένα, ἡγεῖτο δ᾽ αὐτῶν Ἀρταβάτας Πέρσης.

19 Leave a comment on paragraph 19 0 19. Cyrus is surrounded by petitioners as he processes…
πορευομένου δὲ αὐτοῦ πάμπολλοι ἄνθρωποι παρείποντο ἔξω τῶν σημείων, δεόμενοι Κύρου ἄλλος ἄλλης πράξεως. πέμψας οὖν πρὸς αὐτοὺς τῶν σκηπτούχων τινάς, οἳ παρείποντο αὐτῷ τρεῖς ἑκατέρωθεν τοῦ ἅρματος αὐτοῦ τούτου ἕνεκα τοῦ διαγγέλλειν, ἐκέλευσεν εἰπεῖν αὐτοῖς, εἴ τίς τι αὐτοῦ δέοιτο, διδάσκειν τῶν ἱππάρχων τινὰ ὅ τι τις βούλοιτο, ἐκείνους δ᾽ ἔφη πρὸς αὐτὸν ἐρεῖν. οἱ μὲν δὴ ἀπιόντες εὐθὺς κατὰ τοὺς ἱππέας ἐπορεύοντο καὶ ἐβουλεύοντο τίνι ἕκαστος προσίοι.

20 Leave a comment on paragraph 20 0 20. Cyrus would occasionally single out officers…
ὁ δὲ Κῦρος οὓς ἐβούλετο μάλιστα θεραπεύεσθαι τῶν φίλων ὑπὸ τῶν ἀνθρώπων, τούτους πέμπων τινὰ πρὸς αὑτὸν ἐκάλει καθ᾽ ἕνα ἕκαστον καὶ ἔλεγεν αὐτοῖς οὕτως: ἤν τις ὑμᾶς διδάσκῃ τι τούτων τῶν παρεπομένων, ὃς μὲν ἂν μηδὲν δοκῇ ὑμῖν λέγειν, μὴ προσέχετε αὐτῷ τὸν νοῦν: ὃς δ᾽ ἂν δικαίων δεῖσθαι δοκῇ, εἰσαγγέλλετε πρὸς ἐμέ, ἵνα κοινῇ βουλευόμενοι διαπράττωμεν αὐτοῖς.

21 Leave a comment on paragraph 21 0 21. The men would regularly ride up to Cyrus to answer the summons…
οἱ μὲν δὴ ἄλλοι, ἐπεὶ καλέσειεν, ἀνὰ κράτος ἐλαύνοντες ὑπήκουον, συναύξοντες τὴν ἀρχὴν τῷ Κύρῳ καὶ ἐνδεικνύμενοι ὅτι σφόδρα πείθοιντο: Δαϊφέρηνς δέ τις ἦν σολοικότερος ἄνθρωπος τῷ τρόπῳ, ὃς ᾤετο, εἰ μὴ ταχὺ ὑπακούοι, ἐλευθερώτερος ἂν φαίνεσθαι.

22 Leave a comment on paragraph 22 0 22. Cyrus noticed this and sent a private message…
αἰσθόμενος οὖν ὁ Κῦρος τοῦτο, πρὶν προσελθεῖν αὐτὸν καὶ διαλεχθῆναι αὐτῷ ὑποπέμψας τινὰ τῶν σκηπτούχων εἰπεῖν ἐκέλευσε πρὸς αὐτὸν ὅτι οὐδὲν ἔτι δέοιτο: καὶ τὸ λοιπὸν οὐκ ἐκάλει.

23 Leave a comment on paragraph 23 0 23. Cyrus does reward one man with a horse…
ὡς δ᾽ ὁ ὕστερον κληθεὶς αὐτοῦ πρότερος αὐτῷ προσήλασεν, ὁ Κῦρος καὶ ἵππον αὐτῷ ἔδωκε τῶν παρεπομένων καὶ ἐκέλευσε τῶν σκηπτούχων τινὰ συναπαγαγεῖν αὐτῷ ὅποι κελεύσειε. τοῖς δὲ ἰδοῦσιν ἔντιμόν τι τοῦτο ἔδοξεν εἶναι, καὶ πολὺ πλείονες ἐκ τούτου αὐτὸν ἐθεράπευον ἀνθρώπων.

24 Leave a comment on paragraph 24 3 24. At the sanctuary they sacrifice to Zeus, the Sun, the Earth, and the guardian heroes of Syria…
ἐπεὶ δὲ ἀφίκοντο πρὸς τὰ τεμένη, ἔθυσαν τῷ Διὶ καὶ ὡλοκαύτησαν τοὺς ταύρους: ἔπειτα τῷ Ἡλίῳ καὶ ὡλοκαύτησαν τοὺς ἵππους: ἔπειτα Γῇ σφάξαντες ὡς ἐξηγήσαντο οἱ μάγοι ἐποίησαν: ἔπειτα δὲ ἥρωσι τοῖς Συρίαν ἔχουσι.

25 Leave a comment on paragraph 25 0 25. Cyrus sets up a goal, five stadia away, for a horse race among the different nations…
[25] μετὰ δὲ ταῦτα καλοῦ ὄντος τοῦ χωρίου ἔδειξε τέρμα ὡς ἐπὶ πέντε σταδίων χωρίου, καὶ εἶπε κατὰ φῦλα ἀνὰ κράτος ἐνταῦθα ἀφεῖναι τοὺς ἵππους. σὺν μὲν οὖν τοῖς Πέρσαις αὐτὸς ἤλασε καὶ ἐνίκα πολύ: μάλιστα γὰρ ἐμεμελήκει αὐτῷ ἱππικῆς: Μήδων δὲ Ἀρτάβαζος ἐνίκα: Κῦρος γὰρ αὐτῷ τὸν ἵππον ἐδεδώκει: Σύρων δὲ τῶν ἀποστάντων Γαδάτας: Ἀρμενίων δὲ Τιγράνης: Ὑρκανίων δὲ ὁ υἱὸς τοῦ ἱππάρχου: Σακῶν δὲ ἰδιώτης ἀνὴρ ἀπέλιπεν ἄρα τῷ ἵππῳ τοὺς ἄλλους ἵππους ἐγγὺς τῷ ἡμίσει τοῦ δρόμου.

26 Leave a comment on paragraph 26 0 26. Cyrus offers him a kingdom for his horse…
ἔνθα δὴ λέγεται ὁ Κῦρος ἐρέσθαι τὸν νεανίσκον εἰ δέξαιτ᾽ ἂν βασιλείαν ἀντὶ τοῦ ἵππου. τὸν δ᾽ ἀποκρίνασθαι ὅτι βασιλείαν μὲν οὐκ ἂν δεξαίμην, χάριν δὲ ἀνδρὶ ἀγαθῷ καταθέσθαι δεξαίμην ἄν.

27 Leave a comment on paragraph 27 0 27. Cyrus offers to show him how he could not fail to hit a good man with his eyes closed…
καὶ ὁ Κῦρος εἶπε: καὶ μὴν ἐγὼ δεῖξαί σοι θέλω ἔνθα κἂν μύων βάλῃς, οὐκ ἂν ἁμάρτοις ἀνδρὸς ἀγαθοῦ. πάντως τοίνυν, ὁ Σάκας ἔφη, δεῖξόν μοι: ὡς βαλῶ γε ταύτῃ τῇ βώλῳ, ἔφη ἀνελόμενος.

28 Leave a comment on paragraph 28 0 28. Cyrus points to his friends; the man hits Pheraulas as he rides by…
καὶ ὁ μὲν Κῦρος δείκνυσιν αὐτῷ ὅπου ἦσαν πλεῖστοι τῶν φίλων: ὁ δὲ καταμύων ἵησι τῇ βώλῳ καὶ παρελαύνοντος Φεραύλα τυγχάνει: ἔτυχε γὰρ ὁ Φεραύλας παραγγέλλων τι τακτὸς παρὰ τοῦ Κύρου: βληθεὶς δὲ οὐδὲ μετεστράφη, ἀλλ᾽ ᾤχετο ἐφ᾽ ὅπερ ἐτάχθη.

29 Leave a comment on paragraph 29 0 29. The Sacian asks whom he hit and Cyrus explains…
ἀναβλέψας δὲ ὁ Σάκας ἐρωτᾷ τίνος ἔτυχεν. οὐ μὰ τὸν Δί᾽, ἔφη, οὐδενὸς τῶν παρόντων. ἀλλ᾽ οὐ μέντοι, ἔφη ὁ νεανίσκος, τῶν γε ἀπόντων. ναὶ μὰ Δί᾽, ἔφη ὁ Κῦρος, σύγε ἐκείνου τοῦ παρὰ τὰ ἅρματα ταχὺ ἐλαύνοντος τὸν ἵππον. καὶ πῶς, ἔφη, οὐδὲ μεταστρέφεται;

30 Leave a comment on paragraph 30 0 30. The Sacian goes to look for Pheraulas, finding him covered with dirt and blood…
καὶ ὁ Κῦρος ἔφη: μαινόμενος γάρ τίς ἐστιν, ὡς ἔοικεν. ἀκούσας ὁ νεανίσκος ᾤχετο σκεψόμενος τίς εἴη: καὶ εὑρίσκει τὸν Φεραύλαν γῆς τε κατάπλεων τὸ γένειον καὶ αἵματος: ἐρρύη γὰρ αὐτῷ ἐκ τῆς ῥινὸς βληθέντι.

31 Leave a comment on paragraph 31 0 31. The Sacian then offers him his horse, explaining that he has hit a good man…
ἐπεὶ δὲ προσῆλθεν, ἤρετο αὐτὸν εἰ βληθείη. ὁ δὲ ἀπεκρίνατο: ὡς ὁρᾷς. δίδωμι τοίνυν σοι, ἔφη, τοῦτον τὸν ἵππον. ὁ δ᾽ ἐπήρετο: ἀντὶ τοῦ; ἐκ τούτου δὴ διηγεῖτο ὁ Σάκας τὸ πρᾶγμα, καὶ τέλος εἶπε: καὶ οἶμαί γε οὐχ ἡμαρτηκέναι ἀνδρὸς ἀγαθοῦ.

32 Leave a comment on paragraph 32 1 32. Pheraulas hopes that the Sacian will not regret his gift…
καὶ ὁ Φεραύλας εἶπεν: ἀλλὰ πλουσιωτέρῳ μὲν ἄν, εἰ ἐσωφρόνεις, ἢ ἐμοὶ ἐδίδους: νῦν δὲ κἀγὼ δέξομαι. ἐπεύχομαι δέ, ἔφη, τοῖς θεοῖς, οἵπερ με ἐποίησαν βληθῆναι ὑπὸ σοῦ, δοῦναί μοι ποιῆσαι μὴ μεταμέλειν σοι τῆς ἐμῆς δωρεᾶς. καὶ νῦν μέν, ἔφη, ἀπέλα, ἀναβὰς ἐπὶ τὸν ἐμὸν ἵππον: αὖθις δ᾽ ἐγὼ παρέσομαι πρὸς σέ. οἱ μὲν δὴ οὕτω διηλλάξαντο.

33 Leave a comment on paragraph 33 0 33. Cyrus has the chariots race, with prizes of cups and cattle…
Καδουσίων δὲ ἐνίκα Ῥαθίνης. ἀφίει δὲ καὶ τὰ ἅρματα καθ᾽ ἕκαστον: τοῖς δὲ νικῶσι πᾶσιν ἐδίδου βοῦς τε, ὅπως ἂν θύσαντες ἑστιῷντο, καὶ ἐκπώματα. τὸν μὲν οὖν βοῦν ἔλαβε καὶ αὐτὸς τὸ νικητήριον: τῶν δ᾽ ἐκπωμάτων τὸ αὑτοῦ μέρος Φεραύλᾳ ἔδωκεν, ὅτι καλῶς ἔδοξεν αὐτῷ τὴν ἐκ τοῦ βασιλείου ἔλασιν διατάξαι.

34 Leave a comment on paragraph 34 0 34. The form of this procession continues to Xenophon’s time…
οὕτω δὴ τότε ὑπὸ Κύρου κατασταθεῖσα ἡ βασιλέως ἔλασις οὕτως ἔτι καὶ νῦν διαμένει, πλὴν τὰ ἱερὰ ἄπεστιν, ὅταν μὴ θύῃ. ὡς δὲ ταῦτα τέλος εἶχεν, ἀφικνοῦνται πάλιν εἰς τὴν πόλιν, καὶ ἐσκήνησαν, οἷς μὲν ἐδόθησαν οἰκίαι, κατ᾽ οἰκίας, οἷς δὲ μή, ἐν τάξει.

35 Leave a comment on paragraph 35 0 35. Pheraulas entertains the Sacian and they drink to Cyrus’ health with the cups won…
καλέσας δὲ καὶ ὁ Φεραύλας τὸν Σάκαν τὸν δόντα τὸν ἵππον ἐξένιζε, καὶ τἆλλά τε παρεῖχεν ἔκπλεω, καὶ ἐπεὶ ἐδεδειπνήκεσαν, τὰ ἐκπώματα αὐτῷ ἃ ἔλαβε παρὰ Κύρου ἐμπιμπλὰς προύπινε καὶ ἐδωρεῖτο.

36 Leave a comment on paragraph 36 0 36. The Sacian inquires about Pheraulas’ wealth back in Persia…
καὶ ὁ Σάκας ὁρῶν πολλὴν μὲν καὶ καλὴν στρωμνήν, πολλὴν δὲ καὶ καλὴν κατασκευήν, καὶ οἰκέτας δὲ πολλούς, εἰπέ μοι, ἔφη, ὦ Φεραύλα, ἦ καὶ οἴκοι τῶν πλουσίων ἦσθα;

37 Leave a comment on paragraph 37 0 37. P. explains that he had previously earned his living by his hands…
καὶ ὁ Φεραύλας εἶπε: ποίων πλουσίων; τῶν μὲν οὖν σαφῶς ἀποχειροβιώτων. ἐμὲ γάρ τοι ὁ πατὴρ τὴν μὲν τῶν παίδων παιδείαν γλίσχρως αὐτὸς ἐργαζόμενος καὶ τρέφων ἐπαίδευεν: ἐπεὶ δὲ μειράκιον ἐγενόμην, οὐ δυνάμενος τρέφειν ἀργόν, εἰς ἀγρὸν ἀπαγαγὼν ἐκέλευσεν ἐργάζεσθαι.

38 Leave a comment on paragraph 38 0 38. Pheraulas praises the generosity of the land…
ἔνθα δὴ ἐγὼ ἀντέτρεφον ἐκεῖνον, ἕως ἔζη, αὐτὸς σκάπτων καὶ σπείρων καὶ μάλα μικρὸν γῄδιον, οὐ μέντοι πονηρόν γε, ἀλλὰ πάντων δικαιότατον: ὅ τι γὰρ λάβοι σπέρμα, καλῶς καὶ δικαίως ἀπεδίδου αὐτό τε καὶ τόκον οὐδέν τι πολύν: ἤδη δέ ποτε ὑπὸ γενναιότητος καὶ διπλάσια ἀπέδωκεν ὧν ἔλαβεν. οἴκοι μὲν οὖν ἔγωγε οὕτως ἔζων: νῦν δὲ ταῦτα πάντα ἃ ὁρᾷς Κῦρός μοι ἔδωκε.

39 Leave a comment on paragraph 39 0 39. The Sacian imagines that Pheraulas must be very happy…
καὶ ὁ Σάκας εἶπεν: ὦ μακάριε σὺ τά τε ἄλλα καὶ αὐτὸ τοῦτο ὅτι ἐκ πένητος πλούσιος γεγένησαι: πολὺ γὰρ οἴομαί σε καὶ διὰ τοῦτο ἥδιον πλουτεῖν ὅτι πεινήσας χρημάτων ἐπλούτησας.

40 Leave a comment on paragraph 40 0 40. Pheraulas complains that he doesn’t enjoy food, drink, or sleep any more…
καὶ ὁ Φεραύλας εἶπεν: ἦ γὰρ οὕτως, ὦ Σάκα, ὑπολαμβάνεις ὡς ἐγὼ νῦν τοσούτῳ ἥδιον ζῶ ὅσῳ πλείω κέκτημαι; οὐκ οἶσθα, ἔφη, ὅτι ἐσθίω μὲν καὶ πίνω καὶ καθεύδω οὐδ᾽ ὁτιοῦν νῦν ἥδιον ἢ τότε ὅτε πένης ἦν: ὅτι δὲ ταῦτα πολλά ἐστι, τοσοῦτον κερδαίνω, πλείω μὲν φυλάττειν δεῖ, πλείω δὲ ἄλλοις διανέμειν, πλειόνων δὲ ἐπιμελούμενον πράγματα ἔχειν.

41 Leave a comment on paragraph 41 0 41. Now he must look after many servants and attend to the problems of those who come to him…
νῦν γὰρ δὴ ἐμὲ πολλοὶ μὲν οἰκέται σῖτον αἰτοῦσι, πολλοὶ δὲ πιεῖν, πολλοὶ δὲ ἱμάτια: οἱ δὲ ἰατρῶν δέονται: ἥκει δέ τις ἢ τῶν προβάτων λελυκωμένα φέρων ἢ τῶν βοῶν κατακεκρημνισμένα ἢ νόσον φάσκων ἐμπεπτωκέναι τοῖς κτήνεσιν: ὥστε μοι δοκῶ, ἔφη ὁ Φεραύλας, νῦν διὰ τὸ πολλὰ ἔχειν πλείω λυπεῖσθαι ἢ πρόσθεν διὰ τὸ ὀλίγα ἔχειν.

42 Leave a comment on paragraph 42 0 42. The Sacian imagines that when things are going well for Pheraulas he is many times happier…
καὶ ὁ Σάκας, ἀλλὰ ναὶ μὰ Δί᾽, ἔφη, ὅταν σῶα ᾖ, πολλὰ ὁρῶν πολλαπλάσια ἐμοῦ εὐφραίνῃ. καὶ ὁ Φεραύλας εἶπεν: οὔτοι, ὦ Σάκα, οὕτως ἡδύ ἐστι τὸ ἔχειν χρήματα ὡς ἀνιαρὸν τὸ ἀποβάλλειν. γνώσῃ δ᾽ ὅτι ἐγὼ ἀληθῆ λέγω: τῶν μὲν γὰρ πλουτούντων οὐδεὶς ἀναγκάζεται ὑφ᾽ ἡδονῆς ἀγρυπνεῖν, τῶν δὲ ἀποβαλλόντων τι ὄψει οὐδένα δυνάμενον καθεύδειν ὑπὸ λύπης.

43 Leave a comment on paragraph 43 0 43. The Sacian response…
μὰ Δί᾽, ἔφη ὁ Σάκας, οὐδέ γε τῶν λαμβανόντων τι νυστάζοντα οὐδένα ἂν ἴδοις ὑφ᾽ ἡδονῆς.

44 Leave a comment on paragraph 44 1 44. Pheraulas explains that possessing is not the same as acquiring…
ἀληθῆ, ἔφη, λέγεις: εἰ γάρ τοι τὸ ἔχειν οὕτως ὥσπερ τὸ λαμβάνειν ἡδὺ ἦν, πολὺ ἂν διέφερον εὐδαιμονίᾳ οἱ πλούσιοι τῶν πενήτων. καὶ ἀνάγκη δέ τοί ἐστιν, ἔφη, ὦ Σάκα, τὸν πολλὰ ἔχοντα πολλὰ καὶ δαπανᾶν καὶ εἰς θεοὺς καὶ εἰς φίλους καὶ εἰς ξένους: ὅστις οὖν ἰσχυρῶς χρήμασιν ἥδεται, εὖ ἴσθι τοῦτον καὶ δαπανῶντα ἰσχυρῶς ἀνιᾶσθαι.

45 Leave a comment on paragraph 45 0 45. The Sacian asserts that he likes both to have much and to spend much…
ναὶ μὰ Δί᾽, ἔφη ὁ Σάκας, ἀλλ᾽ οὐκ ἐγὼ τούτων εἰμί, ἀλλὰ καὶ εὐδαιμονίαν τοῦτο νομίζω τὸ πολλὰ ἔχοντα πολλὰ καὶ δαπανᾶν.

46 Leave a comment on paragraph 46 0 46. Pheraulas in turn surrenders to him all his possessions…
τί οὖν, ἔφη, πρὸς τῶν θεῶν, ὁ Φεραύλας, οὐχὶ σύγε αὐτίκα μάλα εὐδαίμων ἐγένου καὶ ἐμὲ εὐδαίμονα ἐποίησας; λαβὼν γάρ, ἔφη, ταῦτα πάντα κέκτησο, καὶ χρῶ ὅπως βούλει αὐτοῖς: ἐμὲ δὲ μηδὲν ἄλλο ἢ ὥσπερ ξένον τρέφε, καὶ ἔτι εὐτελέστερον ἢ ξένον: ἀρκέσει γάρ μοι ὅ τι ἂν καὶ σὺ ἔχῃς τούτων μετέχειν.

47 Leave a comment on paragraph 47 0 47. Pheraulas assures him under oath that he is serious…
παίζεις, ἔφη ὁ Σάκας. καὶ ὁ Φεραύλας ὀμόσας εἶπεν ἦ μὴν σπουδῇ λέγειν. καὶ ἄλλα γέ σοι, ὦ Σάκα, προσδιαπράξομαι παρὰ Κύρου, μήτε θύρας τὰς Κύρου θεραπεύειν μήτε στρατεύεσθαι: ἀλλὰ σὺ μὲν πλουτῶν οἴκοι μένε: ἐγὼ δὲ ταῦτα ποιήσω καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἐμοῦ: καὶ ἐάν τι ἀγαθὸν προσλαμβάνω διὰ τὴν Κύρου θεραπείαν ἢ καὶ ἀπὸ στρατείας τινός, οἴσω πρὸς σέ, ἵνα ἔτι πλειόνων ἄρχῃς: μόνον, ἔφη, ἐμὲ ἀπόλυσον ταύτης τῆς ἐπιμελείας: ἢν γὰρ ἐγὼ σχολὴν ἄγω ἀπὸ τούτων, ἐμοί τέ σε οἴομαι πολλὰ καὶ Κύρῳ χρήσιμον ἔσεσθαι.

48 Leave a comment on paragraph 48 0 48. Both men come to an agreement thinking that they are the happiest…
τούτων οὕτω ῥηθέντων ταῦτα συνέθεντο καὶ ταῦτα ἐποίουν. καὶ ὁ μὲν ἡγεῖτο εὐδαίμων γεγενῆσθαι, ὅτι πολλῶν ἦρχε χρημάτων: ὁ δ᾽ αὖ ἐνόμιζε μακαριώτατος εἶναι, ὅτι ἐπίτροπον ἕξοι σχολὴν παρέχοντα πράττειν ὅ τι ἂν αὐτῷ ἡδὺ ᾖ.

49 Leave a comment on paragraph 49 0 49. Pheraulas had a loving way and nothing seemed as pleasant or as profitable as to tend to people…
ἦν δὲ τοῦ Φεραύλα ὁ τρόπος φιλέταιρός τε καὶ θεραπεύειν οὐδὲν ἡδὺ αὐτῷ οὕτως ἐδόκει εἶναι οὐδ᾽ ὠφέλιμον ὡς ἀνθρώπους. καὶ γὰρ βέλτιστον πάντων τῶν ζῴων ἡγεῖτο ἄνθρωπον εἶναι καὶ εὐχαριστότατον, ὅτι ἑώρα τούς τε ἐπαινουμένους ὑπό τινος ἀντεπαινοῦντας τούτους προθύμως τοῖς τε χαριζομένοις πειρωμένους ἀντιχαρίζεσθαι, καὶ οὓς γνοῖεν εὐνοϊκῶς ἔχοντας, τούτοις ἀντ᾽ εὖ νοοῦντας, καὶ οὓς εἰδεῖεν φιλοῦντας αὐτούς, τούτους μισεῖν οὐ δυναμένους, καὶ γονέας δὲ πολὺ μᾶλλον ἀντιθεραπεύειν πάντων τῶν ζῴων ἐθέλοντας καὶ ζῶντας καὶ τελευτήσαντας: τὰ δ᾽ ἄλλα πάντα ζῷα καὶ ἀχαριστότερα καὶ ἀγνωμονέστερα ἀνθρώπων ἐγίγνωσκεν εἶναι.

50 Leave a comment on paragraph 50 0 50. Pheraulas is thus delighted by the opportunity to devote himself to his friends…
οὕτω δὴ ὅ τε Φεραύλας ὑπερήδετο ὅτι ἐξέσοιτο αὐτῷ ἀπαλλαγέντι τῆς τῶν ἄλλων κτημάτων ἐπιμελείας ἀμφὶ τοὺς φίλους ἔχειν, ὅ τε Σάκας ὅτι ἔμελλε πολλὰ ἔχων πολλοῖς χρήσεσθαι. ἐφίλει δὲ ὁ μὲν Σάκας τὸν Φεραύλαν, ὅτι προσέφερέ τι ἀεί: ὁ δὲ τὸν Σάκαν, ὅτι παραλαμβάνειν πάντα ἤθελε καὶ ἀεὶ πλειόνων ἐπιμελούμενος οὐδὲν μᾶλλον αὐτῷ ἀσχολίαν παρεῖχε. καὶ οὗτοι μὲν δὴ οὕτω διῆγον.

Page 45

Source: http://cyropaedia.online/book-8/chapter-8-3-cyrus-processes-in-state-and-matches-pheraulas-with-a-sacian-to-the-delight-of-both-one-helping-his-friends-the-other-managing-the-wealth/