Chapter 4.3: Cyrus proposes that the Persians develop a cavalry and they agree.
¶ 1
Leave a comment on paragraph 1 0
1. The Medes begin bringing in spoils…
τῶν δὲ Μήδων τινὲς ἤδη, οἱ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες προσήλαυνον μεστὰς ὧν δεῖται στρατιά, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων τῶν μὲν γνησίων, τῶν δὲ καὶ παλλακίδων διὰ τὸ κάλλος συμπεριαγομένων, ταύτας εἰληφότες προσῆγον.
¶ 2
Leave a comment on paragraph 2 0
2. To this day, Xenophon asserts, all Asiatics go to war with their most prized possessions…
πάντες γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν στρατευόμενοι ἔχοντες τὰ πλείστου ἄξια στρατεύονται, λέγοντες ὅτι μᾶλλον μάχοιντ᾽ ἂν εἰ τὰ φίλτατα παρείη: τούτοις γάρ φασιν ἀνάγκην εἶναι προθύμως ἀλέξειν. ἴσως μὲν οὖν οὕτως ἔχει, ἴσως δὲ καὶ ποιοῦσιν αὐτὰ τῇ ἡδονῇ χαριζόμενοι.
¶ 3
Leave a comment on paragraph 3 0
3. Cyrus is vexed that the Medes and Hyrcanians are toiling more…
ὁ δὲ Κῦρος θεωρῶν τὰ τῶν Μήδων ἔργα καὶ Ὑρκανίων ὥσπερ κατεμέμφετο καὶ αὑτὸν καὶ τοὺς σὺν αὐτῷ, εἰ οἱ ἄλλοι τοῦτον τὸν χρόνον ἀκμάζειν τε μᾶλλον ἑαυτῶν ἐδόκουν καὶ προσκτᾶσθαί τι, αὐτοὶ δὲ ἐν ἀργοτέρᾳ χώρᾳ ὑπομένειν. καὶ γὰρ δὴ οἱ ἀπάγοντες καὶ ἀποδεικνύντες Κύρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον, μεταδιώκοντες τοὺς ἄλλους: ταῦτα γὰρ σφίσιν ἔφασαν προστετάχθαι ποιεῖν ὑπὸ τῶν ἀρχόντων. δακνόμενος δὴ ὁ Κῦρος ἐπὶ τούτοις ταῦτα μὲν ὅμως κατεχώριζε: συνεκάλει δὲ πάλιν τοὺς ταξιάρχους, καὶ στὰς ὅπου ἔμελλον πάντες ἀκούσεσθαι τὰ βουλευόμενα λέγει τάδε.
¶ 4
Leave a comment on paragraph 4 1
4. He addresses his men, explaining the need for them to have a cavalry…
ὅτι μέν, ὦ ἄνδρες φίλοι, εἰ κατάσχοιμεν τὰ νῦν προφαινόμενα, μεγάλα μὲν ἂν ἅπασι Πέρσαις ἀγαθὰ γένοιτο, μέγιστα δ᾽ ἂν εἰκότως ἡμῖν δι᾽ ὧν πράττεται, πάντες οἶμαι γιγνώσκομεν: ὅπως δ᾽ ἂν αὐτῶν ἡμεῖς κύριοι γιγνοίμεθα, μὴ αὐτάρκεις ὄντες κτήσασθαι αὐτά, εἰ μὴ ἔσται οἰκεῖον ἱππικὸν Πέρσαις τοῦτο ἐγὼ οὐκέτι ὁρῶ.
¶ 5
Leave a comment on paragraph 5 0
5. He explains that they have no prospect of pursuing the enemy in flight…
ἐννοεῖτε γὰρ δή, ἔφη: ἔχομεν ἡμεῖς οἱ Πέρσαι ὅπλα οἷς δοκοῦμεν ἂν τρέπεσθαι τοὺς πολεμίους ὁμόσε ἰόντες: καὶ δὴ τρεπόμενοι ποίους ἢ ἱππέας ἢ τοξότας ἢ πελταστὰς ἄνευ ἵππων ὄντες δυναίμεθ᾽ ἂν φεύγοντας ἢ λαβεῖν ἢ κατακανεῖν; τίνες δ᾽ ἂν φοβοῖντο ἡμᾶς προσιόντες κακοῦν ἢ τοξόται ἢ ἀκοντισταὶ ἢ ἱππεῖς, εὖ εἰδότες ὅτι οὐδεὶς αὐτοῖς κίνδυνος ὑφ᾽ ἡμῶν κακόν τι παθεῖν μᾶλλον ἢ ὑπὸ τῶν πεφυκότων δένδρων;
¶ 6
Leave a comment on paragraph 6 0
6. Their allied horsemen have every reason to consider the spoils their own…
εἰ δ᾽ οὕτω ταῦτ᾽ ἔχει, οὐκ εὔδηλον ὅτι οἱ νῦν παρόντες ἡμῖν ἱππεῖς νομίζουσι πάντα τὰ ὑποχείρια γιγνόμενα ἑαυτῶν εἶναι οὐχ ἧττον ἢ ἡμέτερα, ἴσως δὲ νὴ Δία καὶ μᾶλλον;
¶ 7
Leave a comment on paragraph 7 0
7. With a cavalry they would be able to do as much as their allies…
νῦν μὲν οὖν οὕτω ταῦτ᾽ ἔχει κατ᾽ ἀνάγκην. εἰ δ᾽ ἡμεῖς ἱππικὸν κτησαίμεθα μὴ χεῖρον τούτων, οὐ πᾶσιν ἡμῖν καταφανὲς ὅτι τούς τ᾽ ἂν πολεμίους δυναίμεθα καὶ ἄνευ τούτων ποιεῖν ὅσαπερ νῦν σὺν τούτοις, τούτους τε ἔχοιμεν ἂν τότε μετριώτερον πρὸς ἡμᾶς φρονοῦντας; ὁπότε γὰρ παρεῖναι ἢ ἀπεῖναι βούλοιντο, ἧττον ἂν ἡμῖν μέλοι, εἰ αὐτοὶ ἄνευ τούτων ἀρκοῖμεν ἡμῖν αὐτοῖς.
¶ 8
Leave a comment on paragraph 8 0
8. He asks them to consider what developing a cavalry would entail…
εἶεν: ταῦτα μὲν δὴ οἶμαι οὐδεὶς ἂν ἀντιγνωμονήσειε, μὴ οὐχὶ τὸ πᾶν διαφέρειν Περσῶν γενέσθαι οἰκεῖον ἱππικόν: ἀλλ᾽ ἐκεῖνο ἴσως ἐννοεῖτε, πῶς ἂν τοῦτο γένοιτο. ἆρ᾽ οὖν σκεψώμεθα, εἰ βουλοίμεθα καθιστάναι ἱππικόν, τί ἡμῖν ὑπάρχει καὶ τίνος ἐνδεῖ;
¶ 9
Leave a comment on paragraph 9 0
9. They already possess the necessary horses and equipment…
οὐκοῦν ἵπποι μὲν οὗτοι πολλοὶ ἐν τῷ στρατοπέδῳ κατειλημμένοι καὶ χαλινοὶ οἷς πείθονται καὶ τἆλλα ὅσα δεῖ ἵπποις ἔχουσι χρῆσθαι. ἀλλὰ μὴν καὶ οἷς γε δεῖ ἄνδρα ἱππέα χρῆσθαι ἔχομεν, θώρακας μὲν ἐρύματα τῶν σωμάτων, παλτὰ δὲ οἷς καὶ μεθιέντες καὶ ἔχοντες χρῴμεθ᾽ ἄν.
¶ 10
Leave a comment on paragraph 10 0
10. All that remains is for them to become the kind of men to manage horses…
τί δὴ τὸ λοιπόν; δῆλον ὅτι ἀνδρῶν δεῖ. οὐκοῦν τοῦτο μάλιστα ἔχομεν: οὐδὲν γὰρ οὕτως ἡμέτερόν ἐστιν ὡς ἡμεῖς ἡμῖν αὐτοῖς. ἀλλ᾽ ἐρεῖ τις ἴσως ὅτι οὐκ ἐπιστάμεθα. μὰ Δί᾽ οὐδὲ γὰρ τούτων τῶν ἐπισταμένων νῦν πρὶν μαθεῖν οὐδεὶς ἠπίστατο. ἀλλ᾽ εἴποι ἄν τις ὅτι παῖδες ὄντες ἐμάνθανον.
¶ 11
Leave a comment on paragraph 11 0
11. Even though others learned as boys, they can, as men, learn even better…
καὶ πότερα παῖδές εἰσι φρονιμώτεροι ὥστε μαθεῖν τὰ φραζόμενα καὶ δεικνύμενα ἢ ἄνδρες; πότεροι δὲ ἃ ἂν μάθωσιν ἱκανώτεροι τῷ σώματι ἐκπονεῖν, οἱ παῖδες ἢ οἱ ἄνδρες;
¶ 12
Leave a comment on paragraph 12 0
12. They have more time to devote than boys…
ἀλλὰ μὴν σχολή γε ἡμῖν μανθάνειν ὅση οὔτε παισὶν οὔτε ἄλλοις ἀνδράσιν: οὔτε γὰρ τοξεύειν ἡμῖν μαθητέον ὥσπερ τοῖς παισί: προεπιστάμεθα γὰρ τοῦτο: οὔτε μὴν ἀκοντίζειν: ἐπιστάμεθα γὰρ καὶ τοῦτο: ἀλλ᾽ οὐδὲ μὴν ὥσπερ τοῖς ἄλλοις ἀνδράσι τοῖς μὲν γεωργίαι ἀσχολίαν παρέχουσι, τοῖς δὲ τέχναι, τοῖς δὲ ἄλλα οἰκεῖα: ἡμῖν δὲ στρατεύεσθαι οὐ μόνον σχολὴ ἀλλὰ καὶ ἀνάγκη.
¶ 13
Leave a comment on paragraph 13 0
13. Riding is more pleasant than other military training…
ἀλλὰ μὴν οὐχ ὥσπερ ἄλλα πολλὰ τῶν πολεμικῶν χαλεπὰ μέν, χρήσιμα δέ: ἱππικὴ δὲ οὐκ ἐν ὁδῷ μὲν ἡδίων ἢ αὐτοῖν τοῖν ποδοῖν πορεύεσθαι; ἐν δὲ σπουδῇ οὐχ ἡδὺ ταχὺ μὲν φίλῳ παραγενέσθαι, εἰ δέοι, ταχὺ δέ, εἴτε ἄνδρα εἴτε θῆρα δέοι διώκεσθαι, καταλαβεῖν; ἐκεῖνο δὲ οὐχὶ εὐπετές, τὸ ὅ τι ἂν δέῃ ὅπλον φέρειν τὸν ἵππον τοῦτο συμφέρειν; οὔκουν ταὐτό γ᾽ ἐστὶν ἔχειν τε καὶ φέρειν.
¶ 14
Leave a comment on paragraph 14 0
14. Even if they fail as horsemen in battle they may always resort to infantry fighting…
ὅ γε μὴν μάλιστ᾽ ἄν τις φοβηθείη, μὴ εἰ δεήσει ἐφ᾽ ἵππου κινδυνεύειν ἡμᾶς πρότερον πρὶν ἀκριβοῦν τὸ ἔργον τοῦτο, κἄπειτα μήτε πεζοὶ ἔτι ὦμεν μήτε πω ἱππεῖς ἱκανοί, ἀλλ᾽ οὐδὲ τοῦτο ἀμήχανον: ὅπου γὰρ ἂν βουλώμεθα, ἐξέσται ἡμῖν πεζοῖς εὐθὺς μάχεσθαι: οὐδὲν γὰρ τῶν πεζικῶν ἀπομαθησόμεθα ἱππεύειν μανθάνοντες.
¶ 15
Leave a comment on paragraph 15 0
15. Chrysantas expresses eagerness to learn horsemanship…
Κῦρος μὲν οὕτως εἶπε: Χρυσάντας δὲ συναγορεύων αὐτῷ ὧδε ἔλεξεν. ἀλλ᾽ ἐγὼ μέν, ἔφη, οὕτως ἐπιθυμῶ ἱππεύειν μαθεῖν ὡς νομίζω, ἢν ἱππεὺς γένωμαι, ἄνθρωπος πτηνὸς ἔσεσθαι.
¶ 16
Leave a comment on paragraph 16 0
16. In learning horsemanship he would expect to outrun all humans and animals…
νῦν μὲν γὰρ ἔγωγε ἀγαπῶ ἤν γ᾽ ἐξ ἴσου τῳ θεῖν ὁρμηθεὶς ἀνθρώπων μόνον τῇ κεφαλῇ πρόσχω, κἂν θηρίον παραθέον ἰδὼν δυνασθῶ διατεινάμενος φθάσαι ὥστε ἀκοντίσαι ἢ τοξεῦσαι πρὶν πάνυ πρόσω αὐτὸ γενέσθαι. ἢν δ᾽ ἱππεὺς γένωμαι, δυνήσομαι μὲν ἄνδρα ἐξ ὄψεως μήκους καθαιρεῖν: δυνήσομαι δὲ θηρία διώκων τὰ μὲν ἐκ χειρὸς παίειν καταλαμβάνων, τὰ δὲ ἀκοντίζειν ὥσπερ ἑστηκότα: καὶ γὰρ ἐὰν ἀμφότερα ταχέα ᾖ, ὅμως δὲ πλησίον γίγνηται ἀλλήλων, ὥσπερ τὰ ἑστηκότα ἐστίν.
¶ 17
Leave a comment on paragraph 17 0
17. He says it would make him like a Centaur…
ὧν δὲ δὴ μάλιστα δοκῶ ζῴων, ἔφη, ἐζηλωκέναι ἱπποκενταύρους, εἰ ἐγένοντο ὥστε προβουλεύεσθαι μὲν ἀνθρώπου φρονήσει, ταῖς δὲ χερσὶ τὸ δέον παλαμᾶσθαι, ἵππου δὲ τάχος ἔχειν καὶ ἰσχύν, ὥστε τὸ μὲν φεῦγον αἱρεῖν, τὸ δ᾽ ὑπομένον ἀνατρέπειν, οὔκουν πάντα κἀγὼ ταῦτα ἱππεὺς γενόμενος συγκομίζομαι πρὸς ἐμαυτόν;
¶ 18
Leave a comment on paragraph 18 0
18. He will have the advantage over a Centaur of being able to leave his horse…
προνοεῖν μέν γε ἕξω πάντα τῇ ἀνθρωπίνῃ γνώμῃ, ταῖς δὲ χερσὶν ὁπλοφορήσω, διώξομαι δὲ τῷ ἵππῳ, τὸν δ᾽ ἐναντίον ἀνατρέψω τῇ τοῦ ἵππου ῥύμῃ, ἀλλ᾽ οὐ συμπεφυκὼς δεδήσομαι ὥσπερ οἱ ἱπποκένταυροι:
¶ 19
Leave a comment on paragraph 19 1
19. It is hard, he imagines, for the Centaur to enjoy either the comforts of men or of the horse…
οὐκοῦν τοῦτό γε κρεῖττον ἢ συμπεφυκέναι. τοὺς μὲν γὰρ ἱπποκενταύρους οἶμαι ἔγωγε πολλοῖς μὲν ἀπορεῖν τῶν ἀνθρώποις ηὑρημένων ἀγαθῶν ὅπως δεῖ χρῆσθαι, πολλῶν δὲ τῶν ἵπποις πεφυκότων ἡδέων πῶς αὐτῶν χρὴ ἀπολαύειν.
¶ 20
Leave a comment on paragraph 20 0
20. He will become like a detachable Centaur…
ἐγὼ δὲ ἢν ἱππεύειν μάθω, ὅταν μὲν ἐπὶ τοῦ ἵππου γένωμαι, τὰ τοῦ ἱπποκενταύρου δήπου διαπράξομαι: ὅταν δὲ καταβῶ, δειπνήσω καὶ ἀμφιέσομαι καὶ καθευδήσω ὥσπερ οἱ ἄλλοι ἄνθρωποι: ὥστε τί ἄλλο ἢ διαιρετὸς ἱπποκένταυρος καὶ πάλιν σύνθετος γίγνομαι;
¶ 21
Leave a comment on paragraph 21 0
21. Chrysantas votes to become a horseman and the others join his enthusiasm…
ἔτι δ᾽, ἔφη, καὶ τοῖσδε πλεονεκτήσω τοῦ ἱπποκενταύρου: ὁ μὲν γὰρ δυοῖν ὀφθαλμοῖν ἑώρα τε καὶ δυοῖν ὤτοιν ἤκουεν: ἐγὼ δὲ τέτταρσι μὲν ὀφθαλμοῖς τεκμαροῦμαι, τέτταρσι δὲ ὠσὶν αἰσθήσομαι: πολλὰ γάρ φασι καὶ ἵππον ἀνθρώπῳ τοῖς ὀφθαλμοῖς προορῶντα δηλοῦν, πολλὰ δὲ τοῖς ὠσὶν προακούοντα σημαίνειν. ἐμὲ μὲν οὖν, ἔφη, γράφε τῶν ἱππεύειν ὑπερεπιθυμούντων. νὴ τὸν Δί᾽, ἔφασαν οἱ ἄλλοι πάντες, καὶ ἡμᾶς γε.
¶ 22
Leave a comment on paragraph 22 0
22. Cyrus vows to give each man a horse…
ἐκ τούτου δὴ ὁ Κῦρος λέγει: τί οὖν, ἔφη, ἐπεὶ σφόδρα ἡμῖν δοκεῖ ταῦτα, εἰ καὶ νόμον ἡμῖν αὐτοῖς ποιησαίμεθα αἰσχρὸν εἶναι, οἷς ἂν ἵππους ἐγὼ πορίσω, ἤν τις φανῇ πεζῇ ἡμῶν πορευόμενος, ἤν τε πολλὴν ἤν τε ὀλίγην ὁδὸν δέῃ διελθεῖν; ἵνα καὶ παντάπασιν ἱπποκενταύρους ἡμᾶς οἴωνται οἱ ἄνθρωποι εἶναι.
¶ 23
Leave a comment on paragraph 23 0
23. They agree to go nowhere on foot…
ὁ μὲν οὕτως ἐπήρετο, οἱ δὲ πάντες συνῄνεσαν: ὥστ᾽ ἔτι καὶ νῦν ἐξ ἐκείνου χρῶνται Πέρσαι οὕτω, καὶ οὐδεὶς ἂν τῶν καλῶν κἀγαθῶν ἑκὼν ὀφθείη Περσῶν οὐδαμῇ πεζὸς ἰών. οἱ μὲν δὴ ἐν τούτοις τοῖς λόγοις ἦσαν.
What do we know from other sources of the Persian adoption of a cavalry and its use in warfare? #horses